Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 22

 
ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.
 
ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι
 
ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον
 
ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·
 
ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην 165
 
καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο·
 
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
 
ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
 
ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ
 
Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν 170
 
Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε
 
ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς
 
ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.
 
ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε
 
ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη 175
 
Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.
 
τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
 
ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·
 
ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
 
ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; 180
 
ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
 
τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
 
θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
 
πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·
 
ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει. 185
 
ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
 
βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
 
Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.
 
ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
 
ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας· 190
 
τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,
 
ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·
 
ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.
 
ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων
 
ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους, 195
 
εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,
 
τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
 
πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί.
 
ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·
 
οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν· 200

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi