Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 22

 
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,
 
ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
 
ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
 
τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·
 
τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ 365
 
Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.
 
ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,
 
καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα
 
αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,
 
οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν 370
 
Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.
 
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
 
ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
 
Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.
 
ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς. 375
 
τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,
 
στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν·
 
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
 
ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,
 
ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι, 380
 
εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,
 
ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν,
 
ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,
 
ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος.
 
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; 385
 
κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος
 
Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε
 
ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ·
 
εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο
 
αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου. 390
 
νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
 
νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν.
 
ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,
 
ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.
 
ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα. 395
 
ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
 
ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας,
 
ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν·
 
ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας
 
μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην. 400

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi