Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 21

 
ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
 
Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
 
ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε
 
πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο
 
ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ· 5
 
τῇ ῥʼ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δʼ Ἥρη
 
πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ
 
ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,
 
ἐν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ αἰπὰ ῥέεθρα,
 
ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ 10
 
ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.
 
ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται
 
φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ
 
ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθʼ ὕδωρ·
 
ὣς ὑπʼ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος 15
 
πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.
 
αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ
 
κεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε δαίμονι ἶσος
 
φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,
 
τύπτε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς 20
 
ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ.
 
ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι
 
φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου
 
δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·
 
ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα 25
 
πτῶσσον ὑπὸ κρημνούς. ὃ δʼ ἐπεὶ κάμε χεῖρας ἐναίρων,
 
ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους
 
ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·
 
τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,
 
δῆσε δʼ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι, 30
 
τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,
 
δῶκε δʼ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
 
αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.
 
ἔνθʼ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο
 
ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτʼ αὐτὸς 35
 
ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα
 
ἐννύχιος προμολών· ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ
 
τάμνε νέους ὄρπηκας, ἵνʼ ἅρματος ἄντυγες εἶεν·
 
τῷ δʼ ἄρʼ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.
 
καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε 40
1 / 16 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi