Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 20

 
αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺν
 
Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον
 
ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·
 
καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,
 
Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας. 325
 
πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων
 
Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,
 
ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο,
 
ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.
 
τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων, 330
 
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 
Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει
 
ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,
 
ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;
 
ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ, 335
 
μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.
 
αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,
 
θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·
 
οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.
 
ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα. 340
 
αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν
 
θεσπεσίην· ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν,
 
ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
 
ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
 
ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα 345
 
λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.
 
ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν
 
ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.
 
ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι
 
ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο. 350
 
ἀλλʼ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας
 
τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.
 
ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·
 
μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,
 
ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι. 355
 
ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
 
τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·
 
οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη
 
τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·
 
ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε 360

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi