Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 20

 
ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν
 
ἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,
 
ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς
 
ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ
 
σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ 285
 
Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,
 
οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
 
ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ
 
ἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,
 
τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα, 290
 
εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·
 
αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·
 
ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,
 
ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι
 
πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο 295
 
νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.
 
ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει
 
μὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶ
 
δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
 
ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν, 300
 
μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς
 
τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστʼ ἀλέασθαι,
 
ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται
 
Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων
 
οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων. 305
 
ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·
 
νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει
 
καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
 
ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον 310
 
Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς
 
Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.
 
ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους
 
πᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη
 
μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, 315
 
μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
 
καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.
 
αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
 
βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,
 
ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς. 320

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi