Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 20

 
εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,
 
τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς
 
ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς·
 
Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον
 
δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα 45
 
τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.
 
αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,
 
ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη
 
στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,
 
ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει. 50
 
αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος
 
ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,
 
ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
 
ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες
 
σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν· 55
 
δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε
 
ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε
 
γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα.
 
πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης
 
καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν. 60
 
ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,
 
δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε
 
γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,
 
οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη
 
σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ· 65
 
τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.
 
ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος
 
ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,
 
ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·
 
Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ 70
 
Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·
 
Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,
 
ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,
 
ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.
 
ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς 75
 
Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
 
Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει
 
αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
 
Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων
 
ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ· 80

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi