Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 20

 
ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο
 
ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,
 
Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·
 
Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι
 
κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου· ἣ δʼ ἄρα πάντῃ 5
 
φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.
 
οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο,
 
οὔτʼ ἄρα νυμφάων αἵ τʼ ἄλσεα καλὰ νέμονται
 
καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
 
ἐλθόντες δʼ ἐς δῶμα Διὸς νεφεληγερέταο 10
 
ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ
 
Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.
 
ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατʼ· οὐδʼ ἐνοσίχθων
 
νηκούστησε θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς,
 
ἷζε δʼ ἄρʼ ἐν μέσσοισι, Διὸς δʼ ἐξείρετο βουλήν· 15
 
τίπτʼ αὖτʼ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;
 
ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;
 
τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
 
ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν 20
 
ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.
 
ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο
 
ἥμενος, ἔνθʼ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι
 
ἔρχεσθʼ ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,
 
ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου. 25
 
εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται
 
οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλεΐωνα.
 
καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·
 
νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς
 
δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ. 30
 
ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε.
 
βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·
 
Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη
 
ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης
 
Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται· 35
 
Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων
 
χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
 
ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ
 
Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα
 
Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη. 40
1 / 13 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi