Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 2

 
ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.
 
Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·
 
πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,
 
ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·
 
τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει, 805
 
τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.
 
ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,
 
αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο·
 
πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς
 
πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. 810
 
ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη
 
ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,
 
τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
 
ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·
 
ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι. 815
 
Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
 
Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
 
λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.
 
Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
 
Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη 820
 
Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,
 
οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
 
Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
 
οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης
 
ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο 825
 
Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
 
Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
 
οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ
 
καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,
 
τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ 830
 
υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
 
ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
 
στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
 
πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
 
οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο 835
 
καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,
 
τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν,
 
Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι
 
αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
 
Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων 840

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi