Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 2

 
τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·
 
τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
 
οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ
 
Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί,
 
οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον 605
 
Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην
 
καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν
 
Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,
 
τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ
 
ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ 610
 
Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
 
αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
 
νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
 
Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
 
οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον 615
 
ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
 
πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,
 
τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ
 
νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.
 
τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην 620
 
υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·
 
τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·
 
τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς
 
υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.
 
οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων 625
 
νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,
 
τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
 
Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,
 
ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς·
 
τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 630
 
αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,
 
οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον
 
καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,
 
οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο,
 
οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο· 635
 
τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·
 
τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.
 
Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,
 
οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην
 
Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν· 640

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi