Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 2

 
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
 
αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
 
κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·
 
οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
 
οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες 445
 
θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη
 
αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,
 
τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,
 
πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·
 
σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν 450
 
ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
 
καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
 
τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
 
ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
 
ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην 455
 
οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,
 
ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο
 
αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.
 
τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ
 
χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων 460
 
Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα
 
ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι
 
κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,
 
ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
 
ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν 465
 
σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.
 
ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι
 
μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.
 
ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ
 
αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν 470
 
ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,
 
τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ
 
ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.
 
τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες
 
ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν, 475
 
ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
 
ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων
 
ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,
 
Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
 
ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων 480

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi