Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 18

 
κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,
 
καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων
 
ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων
 
δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,
 
γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι· 125
 
μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
 
ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι
 
τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
 
ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται 130
 
χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ
 
αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι
 
δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.
 
ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος
 
πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι· 135
 
ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι
 
τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.
 
ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο,
 
καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·
 
ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον 140
 
ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός,
 
καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον
 
εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν
 
υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.
 
ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν· 145
 
ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα
 
ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι.
 
τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ
 
θεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο
 
φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο. 150
 
οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ
 
ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος·
 
αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι
 
Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.
 
τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ 155
 
ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·
 
τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν
 
νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς
 
ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε
 
στάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν. 160

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi