Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 18

 
Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια
 
καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ
 
Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
 
Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα
 
Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια 45
 
Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·
 
ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα
 
Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια
 
ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
 
τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι 50
 
στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο·
 
κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι
 
εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ.
 
ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,
 
ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε 55
 
ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·
 
τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς
 
νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω
 
Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
 
οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. 60
 
ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
 
ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
 
ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω
 
ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.
 
ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ 65
 
δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης
 
ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο
 
ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ
 
Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα.
 
τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ, 70
 
ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,
 
καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
 
τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
 
ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται
 
ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν 75
 
πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν
 
σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.
 
τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
 
μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·
 
ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος 80

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi