Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 18

 
ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,
 
ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ.
 
τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν
 
δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.
 
οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες 525
 
τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν.
 
οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα
 
τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ
 
ἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας.
 
οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν 530
 
εἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων
 
βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο.
 
στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας,
 
βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
 
ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ, 535
 
ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
 
ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·
 
εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.
 
ὡμίλευν δʼ ὥς τε ζωοὶ βροτοὶ ἠδʼ ἐμάχοντο,
 
νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνηῶτας. 540
 
ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν
 
εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ
 
ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.
 
οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,
 
τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνου 545
 
δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους,
 
ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.
 
ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,
 
χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.
 
ἐν δʼ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δʼ ἔριθοι 550
 
ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.
 
δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,
 
ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.
 
τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε
 
παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες 555
 
ἀσπερχὲς πάρεχον· βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ
 
σκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ.
 
κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,
 
βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες
 
δεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλὰ πάλυνον. 560

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi