Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 18

 
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
 
καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,
 
ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·
 
πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη,
 
ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις 365
 
κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις,
 
οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;
 
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
 
Ἡφαίστου δʼ ἵκανε δόμον Θέτις ἀργυρόπεζα
 
ἄφθιτον ἀστερόεντα μεταπρεπέʼ ἀθανάτοισι 370
 
χάλκεον, ὅν ῥʼ αὐτὸς ποιήσατο κυλλοποδίων.
 
τὸν δʼ εὗρʼ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας
 
σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν
 
ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,
 
χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν, 375
 
ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα
 
ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.
 
οἳ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πω
 
δαιδάλεα προσέκειτο· τά ῥʼ ἤρτυε, κόπτε δὲ δεσμούς.
 
ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι, 380
 
τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.
 
τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος
 
καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·
 
ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
 
τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ 385
 
αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
 
ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
 
ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.
 
τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου
 
καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· 390
 
κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·
 
Ἥφαιστε πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.
 
τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
 
ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,
 
ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα 395
 
μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε
 
κρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ,
 
εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ
 
Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.
 
τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά, 400

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi