Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 17

 
ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν
 
καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς
 
ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας·
 
ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας
 
ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας 285
 
οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα
 
ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.
 
ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς
 
Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
 
δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας 290
 
Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ
 
ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
 
τὸν δʼ υἱὸς Τελαμῶνος ἐπαΐξας διʼ ὁμίλου
 
πλῆξʼ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·
 
ἤρικε δʼ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ 295
 
πληγεῖσʼ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,
 
ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς
 
αἱματόεις· τοῦ δʼ αὖθι λύθη μένος, ἐκ δʼ ἄρα χειρῶν
 
Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε
 
κεῖσθαι· ὃ δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ 300
 
τῆλʼ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι
 
θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
 
ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
 
Ἕκτωρ δʼ αὖτʼ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·
 
ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος 305
 
τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν
 
Φωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ
 
οἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων,
 
τὸν βάλʼ ὑπὸ κληῗδα μέσην· διὰ δʼ ἀμπερὲς ἄκρη
 
αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε· 310
 
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
 
Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν
 
Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·
 
ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς
 
ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 315
 
χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
 
Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς
 
Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων.
 
ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
 
Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, 320

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi