Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 17

 
ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται
 
οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο.
 
ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·
 
οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
 
ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ 45
 
Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·
 
ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα
 
νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
 
ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή,
 
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. 50
 
αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι
 
πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.
 
οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης
 
χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ,
 
καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι 55
 
παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·
 
ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ
 
βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ·
 
τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον
 
Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα. 60
 
ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς
 
βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·
 
τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
 
πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει
 
δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες 65
 
πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν
 
ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·
 
ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα
 
ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.
 
ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο 70
 
Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,
 
ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ
 
ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·
 
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 
Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων 75
 
ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ
 
ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι
 
ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
 
τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς
 
Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε 80

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi