Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 17

 
μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,
 
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
 
ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι
 
θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε;
 
ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον; 445
 
οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς
 
πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
 
ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν
 
Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω.
 
ἦ οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως; 450
 
σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ,
 
ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο
 
νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω
 
κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται
 
δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ· 455
 
ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.
 
τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε
 
ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.
 
τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρου
 
ἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας· 460
 
ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ,
 
ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων.
 
ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν·
 
οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ
 
ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους. 465
 
ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
 
Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο·
 
στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα·
 
Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν
 
ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς; 470
 
οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ
 
μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ
 
αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.
 
τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός·
 
Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος 475
 
ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,
 
εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος
 
ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
 
ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα
 
δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι. 480

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi