Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 16

 
ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι
 
πάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος·
 
σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ,
 
νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·
 
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν 205
 
αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.
 
ταῦτά μʼ ἀγειρόμενοι θάμʼ ἐβάζετε· νῦν δὲ πέφανται
 
φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γʼ ἐράασθε.
 
ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.
 
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 210
 
μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.
 
ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι
 
δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,
 
ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.
 
ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ· 215
 
ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
 
νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.
 
πάντων δὲ προπάροιθε δύʼ ἀνέρε θωρήσσοντο
 
Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες
 
πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς 220
 
βῆ ῥʼ ἴμεν ἐς κλισίην, χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγε
 
καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα
 
θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων
 
χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.
 
ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος 225
 
οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον,
 
οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.
 
τό ῥα τότʼ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ
 
πρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι,
 
νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον. 230
 
εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον
 
οὐρανὸν εἰσανιδών· Δία δʼ οὐ λάθε τερπικέραυνον·
 
Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων
 
Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ
 
σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι, 235
 
ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,
 
τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν,
 
ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·
 
αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,
 
ἀλλʼ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι 240

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi