Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 16

 
πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,
 
ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
 
κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.
 
Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας
 
Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη 685
 
νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν
 
ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.
 
ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·
 
ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
 
ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι· 690
 
ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.
 
ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας
 
Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;
 
Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον
 
καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον, 695
 
αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·
 
τοὺς ἕλεν· οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.
 
ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν
 
Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,
 
εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου 700
 
ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων.
 
τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο
 
Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων
 
χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.
 
ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, 705
 
δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
 
χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα
 
σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,
 
οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.
 
ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω 710
 
μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
 
Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·
 
δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,
 
ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.
 
ταῦτʼ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων 715
 
ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε
 
Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο
 
αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,
 
ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο·
 
τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· 720

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi