Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 16

 
οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι
 
σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας
 
ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·
 
ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς
 
τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ, 645
 
ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,
 
πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,
 
ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ
 
αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ
 
χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται, 650
 
ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.
 
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
 
ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος
 
ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν
 
ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο. 655
 
Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·
 
ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους
 
Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.
 
ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν
 
πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ 660
 
κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπʼ αὐτῷ
 
κάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.
 
οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο
 
χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας
 
δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός. 665
 
καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·
 
εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον
 
ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα
 
πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι
 
χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον· 670
 
πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι
 
ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
 
θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,
 
ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε
 
τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων. 675
 
ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.
 
βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,
 
αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας
 
πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι
 
χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε· 680

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi