Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 16

 
στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες· οὐδʼ ἄρʼ Ἀχαιοὶ
 
ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν.
 
ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν
 
Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς
 
Ἰδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ. 605
 
τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς
 
ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
 
Αἰνείας δʼ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·
 
ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.
 
ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος· 610
 
πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν
 
οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη
 
ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.
 
αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης
 
ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. 615
 
Αἰνείας δʼ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·
 
Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
 
ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ.
 
τὸν δʼ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·
 
Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα 620
 
πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα
 
ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.
 
εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,
 
αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς
 
εὖχος ἐμοὶ δοίης, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ. 625
 
ὣς φάτο, τὸν δʼ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·
 
Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;
 
ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι
 
νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει.
 
ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ· 630
 
τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.
 
ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
 
τῶν δʼ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει
 
οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετʼ ἀκουή,
 
ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης 635
 
χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων,
 
νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.
 
οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον
 
ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν
 
ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους. 640

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi