Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 15

 
οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα
 
τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,
 
ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.
 
οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.
 
τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· 205
 
Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·
 
ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ.
 
ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει
 
ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ
 
νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν. 210
 
ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·
 
ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·
 
αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης
 
Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος
 
Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει 215
 
ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,
 
ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.
 
ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,
 
δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί.
 
καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· 220
 
ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν·
 
ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος
 
οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν
 
ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,
 
οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες. 225
 
ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ
 
ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε
 
χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη.
 
ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν,
 
τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς· 230
 
σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·
 
τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ
 
φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.
 
κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,
 
ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο. 235
 
ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,
 
βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς
 
ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν.
 
εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
 
ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν, 240

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi