Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 15

 
ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
 
εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει,
 
φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
 
μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ
 
μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι 165
 
καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ
 
ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
 
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
 
βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
 
ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα 170
 
ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
 
ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,
 
ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·
 
ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα
 
ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο. 175
 
παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο
 
ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
 
εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις,
 
ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων
 
ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε 180
 
χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι
 
καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ
 
ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
 
τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·
 
ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν 185
 
εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.
 
τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα
 
Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων.
 
τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς·
 
ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ 190
 
παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα,
 
Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·
 
γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.
 
τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος
 
καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ. 195
 
χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·
 
θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη
 
ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,
 
οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις· 200

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi