Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 15

 
σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται
 
λαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντο
 
ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ
 
θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·
 
ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν 685
 
φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν,
 
αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε
 
νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ
 
μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·
 
ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων 690
 
ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων
 
χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,
 
ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο
 
ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε
 
χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ. 695
 
αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·
 
φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν
 
ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.
 
τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ
 
οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι, 700
 
Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου
 
νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς.
 
οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·
 
Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο
 
καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν 705
 
ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.
 
τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε
 
δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε
 
τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων,
 
ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες 710
 
ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο
 
καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.
 
πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα
 
ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων
 
ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα. 715
 
Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει
 
ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·
 
οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν·
 
νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε
 
νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι 720

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi