Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 14

 
βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.
 
τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
 
Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·
 
οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
 
σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς 85
 
ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν
 
ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.
 
οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν
 
καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά;
 
σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ 90
 
μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο
 
ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν
 
σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ
 
τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·
 
νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες· 95
 
ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς
 
νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον
 
Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,
 
ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ
 
σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων, 100
 
ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.
 
ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
 
ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ
 
ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα 105
 
νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.
 
νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι
 
ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.
 
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
 
ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε 110
 
πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος
 
οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν·
 
πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι
 
Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.
 
πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, 115
 
οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
 
Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς
 
πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.
 
ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη
 
πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι. 120

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi