Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 14

 
τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·
 
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
 
τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;
 
δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,
 
ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων 45
 
μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι
 
πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.
 
κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
 
ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
 
ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς 50
 
οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
 
ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως
 
Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.
 
τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν 55
 
ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·
 
οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι
 
νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων
 
ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,
 
ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει. 60
 
ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα
 
εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω
 
δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.
 
τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
 
Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται, 65
 
τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,
 
ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ
 
ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·
 
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι
 
νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς. 70
 
ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,
 
οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι
 
κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.
 
ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
 
νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης 75
 
ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,
 
ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ
 
νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο
 
Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.
 
οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα. 80

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi