Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 14

 
φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει
 
ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ
 
δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ
 
γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι. 485
 
ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·
 
Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
 
ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν
 
Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα
 
υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα 490
 
Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·
 
τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.
 
τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα,
 
ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ
 
καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας 495
 
ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
 
αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε
 
αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος
 
ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν
 
πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα· 500
 
εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος
 
πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·
 
οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο
 
ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ
 
ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν. 505
 
ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,
 
πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
 
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι
 
ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν
 
ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος. 510
 
Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα
 
Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων·
 
Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·
 
Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,
 
Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην· 515
 
Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν
 
οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε
 
δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν
 
ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.
 
πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός· 520
 
οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi