Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 13

 
ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,
 
ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν
 
χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.
 
οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν
 
ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν. 325
 
νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα
 
εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.
 
ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
 
ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,
 
οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν 330
 
αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,
 
κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν·
 
τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.
 
ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι
 
ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους, 335
 
οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,
 
ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ
 
ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
 
ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
 
μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν 340
 
αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
 
θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν
 
ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη
 
ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.
 
τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ 345
 
ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.
 
Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην
 
κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν
 
ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,
 
ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον. 350
 
Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν
 
λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα
 
Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
 
ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,
 
ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη. 355
 
τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,
 
λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.
 
τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο
 
πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν
 
ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν. 360

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi