Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 13

 
τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους·
 
ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
 
χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,
 
οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.
 
τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης 765
 
δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο
 
θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
 
ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·
 
Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
 
ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος 770
 
Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;
 
ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης
 
Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
 
τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
 
Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι, 775
 
ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
 
μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·
 
ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
 
ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι
 
νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς. 780
 
οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
 
οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν
 
ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων.
 
νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·
 
ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι 785
 
ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
 
πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.
 
ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·
 
βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν
 
ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα 790
 
Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην
 
Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος,
 
οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ
 
ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.
 
οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ, 795
 
ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,
 
θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ
 
κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
 
κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα·
 
ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι, 800

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi