Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 13

 
οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης
 
υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,
 
ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
 
ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι
 
ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο. 525
 
οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·
 
Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν
 
ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
 
δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς
 
αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα. 530
 
Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς
 
ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,
 
ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης
 
αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας
 
ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους 535
 
ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
 
ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·
 
οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
 
τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.
 
οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει. 540
 
ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας
 
λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·
 
ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη
 
καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
 
Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας 545
 
οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,
 
ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει·
 
τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
 
κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
 
Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων 550
 
παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος
 
οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο
 
εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
 
Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων
 
Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν. 555
 
οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς
 
στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ
 
σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν
 
ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.
 
ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον 560

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi