Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 12

 
εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,
 
ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων
 
ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.
 
τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο
 
ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς 125
 
σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
 
νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους
 
υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,
 
τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,
 
τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ. 130
 
τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
 
ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,
 
αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα
 
ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι·
 
ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι 135
 
μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.
 
οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
 
ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ
 
Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
 
Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε. 140
 
οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
 
ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·
 
αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
 
Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
 
ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην 145
 
ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν
 
ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
 
δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
 
πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων
 
γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται· 150
 
ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
 
ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο
 
λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.
 
οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
 
βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων 155
 
νηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε,
 
ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
 
ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·
 
ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν
 
ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν 160

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi