Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 12

 
ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι
 
κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·
 
οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
 
ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
 
αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ 45
 
ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·
 
ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·
 
ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·
 
ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους
 
τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι 50
 
τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ
 
χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος
 
εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
 
ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν
 
ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν 55
 
ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν
 
πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.
 
ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
 
ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
 
δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· 60
 
Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων
 
ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·
 
ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ
 
ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν,
 
ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι 65
 
ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.
 
εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει
 
Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν,
 
ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,
 
νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς· 70
 
εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται
 
ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,
 
οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι
 
ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν.
 
ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· 75
 
ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,
 
αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
 
Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ
 
οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται.
 
ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων, 80

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi