Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 12

 
εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,
 
ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
 
καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
 
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.
 
αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα· 365
 
Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,
 
ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·
 
αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·
 
αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.
 
ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας, 370
 
καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος·
 
τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.
 
εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο
 
τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο,
 
οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι 375
 
ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·
 
σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή.
 
Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
 
Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον
 
μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς 380
 
κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα
 
χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν,
 
οἷοι νῦν βροτοί εἰσʼ· ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας,
 
θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε
 
πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς 385
 
κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός.
 
Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο
 
ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,
 
ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.
 
ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν 390
 
βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι.
 
Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος
 
αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης,
 
ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας
 
νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ 395
 
πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,
 
Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν
 
ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε
 
τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.
 
τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ 400

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi