Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 11

 
Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο.
 
αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην
 
υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα
 
χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα
 
οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ, 125
 
τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
 
εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·
 
ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,
 
τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς
 
Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην· 130
 
ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
 
πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται
 
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
 
τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,
 
εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν. 135
 
ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
 
μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·
 
εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,
 
ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν
 
ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ 140
 
αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,
 
νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.
 
ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
 
δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.
 
Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε 145
 
χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,
 
ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.
 
τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,
 
τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
 
πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ, 150
 
ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη
 
ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων
 
χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων
 
αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.
 
ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, 155
 
πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι
 
πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
 
ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
 
Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι
 
κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας 160

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi