Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 11

 
ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων
 
ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν
 
ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν.
 
ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες 725
 
ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο.
 
ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,
 
ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,
 
αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,
 
δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι, 730
 
καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος
 
ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
 
ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·
 
ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·
 
εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης, 735
 
συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ.
 
ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,
 
πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,
 
Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο,
 
πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην, 740
 
ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.
 
τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,
 
ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας
 
στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
 
ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα 745
 
ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.
 
αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,
 
πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον
 
φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
 
καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα, 750
 
εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων
 
ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.
 
ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·
 
τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο
 
κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες, 755
 
ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους
 
πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη
 
κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
 
ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ
 
ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους, 760
 
πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi