Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 11

 
τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν
 
μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,
 
Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.
 
τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ, 645
 
ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε.
 
Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·
 
οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.
 
αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι
 
ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς 650
 
γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.
 
νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ.
 
εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος
 
δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· 655
 
τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,
 
ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε
 
πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι
 
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
 
βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, 660
 
οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων·
 
βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·
 
τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο
 
ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς
 
ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει. 665
 
ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης
 
Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,
 
αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς
 
ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
 
εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη 670
 
ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη
 
ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα
 
ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,
 
ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν
 
ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι, 675
 
κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.
 
ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν
 
πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,
 
τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν,
 
ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα 680
 
πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi