Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 11

 
σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς·
 
ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν
 
Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι
 
νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο. 565
 
Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς
 
αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας
 
Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.
 
πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,
 
αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ 570
 
ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
 
ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,
 
πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,
 
ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
 
τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς 575
 
Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,
 
στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
 
καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν
 
ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν·
 
Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων. 580
 
τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
 
τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον
 
ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ
 
δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.
 
ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων, 585
 
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
 
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
 
στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ
 
Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι
 
φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην 590
 
ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
 
ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν
 
πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες
 
δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας.
 
στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. 595
 
ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
 
Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
 
ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.
 
τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
 
ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ 600
 
εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi