Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 10

 
ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
 
ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
 
κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς
 
ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα.
 
ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν 485
 
αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,
 
ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
 
ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς
 
ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς
 
τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε, 490
 
τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
 
ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ
 
νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν.
 
ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,
 
τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα 495
 
ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
 
τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
 
τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
 
σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
 
τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν 500
 
ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·
 
ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.
 
αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,
 
ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο,
 
ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας, 505
 
ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.
 
εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη
 
ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·
 
νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ
 
νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς, 510
 
μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.
 
ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
 
καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς
 
τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
 
οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων 515
 
ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·
 
τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
 
ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα
 
Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας
 
ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι, 520

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi