Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 1

 
σύμπαντας· τότε δʼ οὔ τι δυνήσεαι ἀχνύμενός περ
 
χραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο
 
θνήσκοντες πίπτωσι· σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις
 
χωόμενος ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.
 
ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ 245
 
χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δʼ αὐτός·
 
Ἀτρεΐδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ
 
ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,
 
τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·
 
τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων 250
 
ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο
 
ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·
 
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
 
ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·
 
ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες 255
 
ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ
 
εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,
 
οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι.
 
ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·
 
ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν 260
 
ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον.
 
οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,
 
οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν
 
Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον
 
Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν· 265
 
κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·
 
κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο
 
φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.
 
καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν
 
τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί· 270
 
καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τις
 
τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·
 
καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·
 
ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·
 
μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην, 275
 
ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·
 
μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊ
 
ἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆς
 
σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.
 
εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ, 280

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi