Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 1

 
νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.
 
ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ
 
Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·
 
εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·
 
τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον 525
 
τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν
 
οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.
 
ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·
 
ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
 
κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον. 530
 
τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα
 
εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου,
 
Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν
 
ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη
 
μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες. 535
 
ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη
 
ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς
 
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.
 
αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·
 
τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς; 540
 
αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
 
κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι
 
πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.
 
τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·
 
Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους 545
 
εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ·
 
ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα
 
οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων·
 
ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι
 
μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα. 550
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
 
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
 
καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ,
 
ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα.
 
νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ 555
 
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·
 
ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·
 
τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα
 
τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
 
τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· 560

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi