Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 1

 
πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·
 
ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
 
παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην
 
ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα,
 
ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν. 445
 
ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων
 
παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην
 
ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,
 
χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
 
τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών· 450
 
κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας
 
Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·
 
ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,
 
τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν·
 
ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ· 455
 
ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.
 
ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.
 
αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
 
αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
 
μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν 460
 
δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν·
 
καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
 
λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
 
αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
 
μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, 465
 
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
 
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
 
δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
 
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
 
κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, 470
 
νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·
 
οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο
 
καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
 
μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων.
 
ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, 475
 
δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·
 
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
 
καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·
 
τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·
 
οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν, 480

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi