Thesauros Edebiyat Destan Ἰλιάς

Ἰλιάς

Ἰλιάς Homer

Kitap 1

 
χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
 
τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
 
ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
 
τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
 
οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω; 365
 
ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,
 
τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·
 
καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,
 
ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.
 
Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος 370
 
ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων
 
λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,
 
στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
 
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
 
Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν. 375
 
ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
 
αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
 
ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
 
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
 
χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων 380
 
εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,
 
ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ
 
θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο
 
πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις
 
εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο. 385
 
αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·
 
Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς
 
ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί·
 
τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
 
ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι· 390
 
τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
 
κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.
 
ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·
 
ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι
 
ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ. 395
 
πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
 
εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι
 
οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
 
ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι
 
Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη· 400

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi