Thesauros Edebiyat Destan Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Kitap 4

 
ὑγρῆς τε τραφερῆς τε πέριξ ἐπινισσομένοισιν.
 
ἔστι δέ τις ποταμός, ὕπατον κέρας Ὠκεανοῖο,
 
εὐρύς τε προβαθής τε καὶ ὁλκάδι νηὶ περῆσαι·
 
Ἴστρον μιν καλέοντες ἑκὰς διετεκμήραντο·
 
ὅς δή τοι τείως μὲν ἀπείρονα τέμνετʼ ἄρουραν 285
 
εἷς οἶος· πηγαὶ γὰρ ὑπὲρ πνοιῆς βορέαο
 
Ῥιπαίοις ἐν ὄρεσσιν ἀπόπροθι μορμύρουσιν.
 
ἀλλʼ ὁπόταν Θρῃκῶν Σκυθέων τʼ ἐπιβήσεται οὔρους,
 
ἔνθα διχῆ τὸ μὲν ἔνθα μετʼ ἠῴην ἅλα βάλλει
 
τῇδʼ ὕδωρ, τὸ δʼ ὄπισθε βαθὺν διὰ κόλπον ἵησιν 290
 
σχιζόμενος πόντου Τρινακρίου εἰσανέχοντα,
 
γαίῃ ὃς ὑμετέρῃ παρακέκλιται, εἰ ἐτεὸν δὴ
 
ὑμετέρης γαίης Ἀχελώιος ἐξανίησιν.
 
ὧς ἄρʼ ἔφη· τοῖσιν δὲ θεὰ τέρας ἐγγυάλιξεν
 
αἴσιον, ᾧ καὶ πάντες ἐπευφήμησαν ἰδόντες 295
 
στέλλεσθαι τήνδʼ οἶμον. ἐπιπρὸ γὰρ ὁλκὸς ἐτύχθη
 
οὐρανίης ἀκτῖνος, ὅπῃ καὶ ἀμεύσιμον ἦεν.
 
γηθόσυνοι δὲ Λύκοιο κατʼ αὐτόθι παῖδα λιπόντες
 
λαίφεσι πεπταμένοισιν ὑπεὶρ ἅλα ναυτίλλοντο,
 
οὔρεα Παφλαγόνων θηεύμενοι. οὐδὲ Κάραμβιν 300
 
γνάμψαν, ἐπεὶ πνοιαί τε καὶ οὐρανίου πυρὸς αἴγλη
 
μεῖνεν, ἕως Ἴστροιο μέγαν ῥόον εἰσαφίκοντο.
 
Κόλχοι δʼ αὖτʼ ἄλλοι μέν, ἐτώσια μαστεύοντες,
 
Κυανέας Πόντοιο διὲκ πέτρας ἐπέρησαν·
 
ἄλλοι δʼ αὖ ποταμὸν μετεκίαθον, οἷσιν ἄνασσεν 305
 
Ἄψυρτος, Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς.
 
τῶ καὶ ὑπέφθη τούσγε βαλὼν ὕπερ αὐχένα γαίης
 
κόλπον ἔσω πόντοιο πανέσχατον Ἰονίοιο.
 
Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη,
 
τριγλώχιν, εὖρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα, 310
 
στεινὸν δʼ αὖτʼ ἀγκῶνα ποτὶ ῥόον· ἀμφὶ δὲ δοιαὶ
 
σχίζονται προχοαί. τὴν μὲν καλέουσι Νάρηκος·
 
τὴν δʼ ὑπὸ τῇ νεάτῃ, Καλὸν στόμα. τῇ δὲ διαπρὸ
 
Ἄψυρτος Κόλχοι τε θοώτερον ὡρμήθησαν·
 
οἱ δʼ ὑψοῦ νήσοιο κατʼ ἀκροτάτης ἐνέοντο 315
 
τηλόθεν. εἱαμενῇσι δʼ ἐν ἄσπετα πώεα λεῖπον
 
ποιμένες ἄγραυλοι νηῶν φόβῳ, οἷά τε θῆρας
 
ὀσσόμενοι πόντου μεγακήτεος ἐξανιόντας.
 
οὐ γάρ πω ἁλίας γε πάρος ποθὶ νῆας ἴδοντο,
 
οὔτʼ οὖν Θρήιξιν μιγάδες Σκύθαι, οὐδὲ Σίγυννοι, 320

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi