Thesauros Edebiyat Destan Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Kitap 4

 
τοῖος ἐών, οἷός περ ἐτήτυμος ἦεν ἰδέσθαι.
 
ὡς δʼ ὅτʼ ἀνὴρ θοὸν ἵππον ἐς εὐρέα κύκλον ἀγῶνος
 
στέλλῃ, ὀρεξάμενος λασίης εὐπειθέα χαίτης, 1605
 
εἶθαρ ἐπιτροχάων, ὁ δʼ ἐπʼ αὐχένι γαῦρος ἀερθεὶς
 
ἕσπεται, ἀργινόεντα δʼ ἐνὶ στομάτεσσι χαλινὰ
 
ἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται·
 
ὧς ὅγʼ ἐπισχόμενος γλαφυρῆς ὁλκήιον Ἀργοῦς
 
ἦγʼ ἅλαδε προτέρωσε. δέμας δέ οἱ ἐξ ὑπάτοιο 1610
 
κράατος, ἀμφί τε νῶτα καὶ ἰξύας ἔστʼ ἐπὶ νηδὺν
 
ἀντικρὺ μακάρεσσι φυὴν ἔκπαγλον ἔικτο·
 
αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ ἔνθα καὶ ἔνθα
 
κήτεος ὁλκαίη μηκύνετο· κόπτε δʼ ἀκάνθαις
 
ἄκρον ὕδωρ, αἵ τε σκολιοῖς ἐπινειόθι κέντροις 1615
 
μήνης ὡς κεράεσσιν ἐειδόμεναι διχόωντο.
 
τόφρα δʼ ἄγεν, τείως μιν ἐπιπροέηκε θαλάσσῃ
 
νισσομένην· δῦ δʼ αἶψα μέγαν βυθόν· οἱ δʼ ὁμάδησαν
 
ἥρωες, τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες.
 
ἔνθα μὲν Ἀργῷός τε λιμὴν καὶ σήματα νηὸς 1620
 
ἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἔασιν
 
βωμοί· ἐπεὶ κεῖνʼ ἦμαρ ἐπέσχεθον. αὐτὰρ ἐς ἠῶ
 
λαίφεσι πεπταμένοις αὐτὴν ἐπὶ δεξίʼ ἔχοντες
 
γαῖαν ἐρημαίην, πνοιῇ ζεφύροιο θέεσκον.
 
ἦρι δʼ ἔπειτʼ ἀγκῶνά θʼ ὁμοῦ μυχάτην τε θάλασσαν 1625
 
κεκλιμένην ἀγκῶνος ὕπερ προύχοντος ἴδοντο.
 
αὐτίκα δὲ ζέφυρος μὲν ἐλώφεεν, ἤλυθε δʼ αὔρη
 
ἀργέσταο νότου· κεχάροντο δὲ θυμὸν ἰωῇ.
 
ἦμος δʼ ἠέλιος μὲν ἔδυ, ἀνὰ δʼ ἤλυθεν ἀστὴρ
 
αὔλιος, ὅς τʼ ἀνέπαυσεν ὀιζυροὺς ἀροτῆρας, 1630
 
δὴ τότʼ ἔπειτʼ ἀνέμοιο κελαινῇ νυκτὶ λιπόντος
 
ἱστία λυσάμενοι περιμήκεά τε κλίναντες
 
ἱστόν, ἐυξέστῃσιν ἐπερρώοντʼ ἐλάτῃσιν
 
παννύχιοι καὶ ἐπʼ ἦμαρ, ἐπʼ ἤματι δʼ αὖτις ἰοῦσαν
 
νύχθʼ ἑτέρην. ὑπέδεκτο δʼ ἀπόπροθι παιπαλόεσσα 1635
 
Κάρπαθος· ἔνθεν δʼ οἵγε περαιώσεσθαι ἔμελλον
 
Κρήτην, ἥ τʼ ἄλλων ὑπερέπλετο εἰν ἁλὶ νήσων.
 
τοὺς δὲ Τάλως χάλκειος, ἀπὸ στιβαροῦ σκοπέλοιο
 
ῥηγνύμενος πέτρας, εἶργε χθονὶ πείσματʼ ἀνάψαι,
 
Δικταίην ὅρμοιο κατερχομένους ἐπιωγήν· 1640
 
τὸν μὲν χαλκείης μελιηγενέων ἀνθρώπων
 
ῥίζης λοιπὸν ἐοντα μετʼ ἀνδράσιν ἡμιθέοισιν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi