Thesauros Edebiyat Destan Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Kitap 4

 
Κίρκης εἴς τε φυήν, εἴς τʼ ὄμματα παπταίνοντες
 
ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο.
 
ἡ δʼ ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων, 685
 
αὐτίκʼ ἔπειτʼ ἄψορρον ἀπέστιχε· τοὺς δʼ ἅμʼ ἕπεσθαι,
 
χειρὶ καταρρέξασα, δολοφροσύνῃσιν ἄνωγεν.
 
ἔνθʼ ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαο
 
μίμνεν ἀπηλεγέως· ὁ δʼ ἐρύσσατο Κολχίδα κούρην.
 
ἄμφω δʼ ἑσπέσθην αὐτὴν ὁδόν, ἔστʼ ἀφίκοντο 690
 
Κίρκης ἐς μέγαρον· τοὺς δʼ ἐν λιπαροῖσι κέλευεν
 
ἥγε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων.
 
τὼ δʼ ἄνεῳ καὶ ἄναυδοι ἐφʼ ἑστίῃ ἀίξαντε
 
ἵζανον, ἥ τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται,
 
ἡ μὲν ἐπʼ ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα, 695
 
αὐτὰρ ὁ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας,
 
ᾧπέρ τʼ Αἰήταο πάιν κτάνεν· οὐδέ ποτʼ ὄσσε
 
ἰθὺς ἐνὶ βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δʼ ἔγνω
 
Κίρκη φύξιον οἶτον ἀλιτροσύνας τε φόνοιο.
 
τῶ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ἱκεσίοιο, 700
 
ὃς μέγα μὲν κοτέει, μέγα δʼ ἀνδροφόνοισιν ἀρήγει,
 
ῥέζε θυηπολίην, οἵῃ τʼ ἀπολυμαίνονται
 
νηλειεῖς ἱκέται, ὅτʼ ἐφέστιοι ἀντιόωσιν.
 
πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιο
 
τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοὶ 705
 
πλήμμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας
 
τέγγεν, ἐπιτμήγουσα δέρην· αὖτις δὲ καὶ ἄλλοις
 
μείλισσεν χύτλοισι, καθάρσιον ἀγκαλέουσα
 
Ζῆνα, παλαμναίων τιμήορον ἱκεσιάων.
 
καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματʼ ἔνεικαν 710
 
νηιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα.
 
ἡ δʼ εἴσω πελάνους μείλικτρά τε νηφαλίῃσιν
 
καῖεν ἐπʼ εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο
 
σμερδαλέας παύσειεν Ἐρινύας, ἠδὲ καὶ αὐτὸς
 
εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν, 715
 
εἴτʼ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας,
 
εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν.
 
αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο, δή τότʼ ἔπειτα
 
εἷσεν ἐπὶ ξεστοῖσιν ἀναστήσασα θρόνοισιν,
 
καὶ δʼ αὐτὴ πέλας ἷζεν ἐνωπαδίς. αἶψα δὲ μύθῳ 720
 
χρειὼ ναυτιλίην τε διακριδὸν ἐξερέεινεν.
 
ἠδʼ ὁπόθεν μετὰ γαῖαν ἑὴν καὶ δώματʼ ἰόντες

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi