Thesauros Edebiyat Destan Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Kitap 4

 
φλογμῷ ἐπιθρώσκει πεποτημένος. ἀμφὶ δὲ κοῦραι
 
Ἡλιάδες ταναῇσιν ἐελμέναι αἰγείροισιν,
 
μύρονται κινυρὸν μέλεαι γόον· ἐκ δὲ φαεινὰς 605
 
ἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε,
 
αἱ μέν τʼ ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται·
 
εὖτʼ ἂν δὲ κλύζῃσι κελαινῆς ὕδατα λίμνης
 
ἠιόνας πνοιῇ πολυηχέος ἐξ ἀνέμοιο,
 
δὴ τότʼ ἐς Ἠριδανὸν προκυλίνδεται ἀθρόα πάντα 610
 
κυμαίνοντι ῥόῳ. Κελτοὶ δʼ ἐπὶ βάξιν ἔθεντο,
 
ὡς ἄρʼ Ἀπόλλωνος τάδε δάκρυα Λητοΐδαο
 
ἐμφέρεται δίναις, ἅ τε μυρία χεῦε πάροιθεν,
 
ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν,
 
οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς, 615
 
χωόμενος περὶ παιδί, τὸν ἐν λιπαρῇ Λακερείῃ
 
δῖα Κορωνὶς ἔτικτεν ἐπὶ προχοῇς Ἀμύροιο.
 
καὶ τὰ μὲν ὧς κείνοισι μετʼ ἀνδράσι κεκλήισται.
 
τοὺς δʼ οὔτε βρώμης ᾕρει πόθος, οὐδὲ ποτοῖο,
 
οὔτʼ ἐπὶ γηθοσύνας τράπετο νόος. ἀλλʼ ἄρα τοίγε 620
 
ἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύθοντες
 
ὀδμῇ λευγαλέῃ, τήν ῥʼ ἄσχετον ἐξανίεσκον
 
τυφομένου Φαέθοντος ἐπιρροαὶ Ἠριδανοῖο·
 
νύκτας δʼ αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον
 
Ἡλιάδων λιγέως· τὰ δὲ δάκρυα μυρομένῃσιν 625
 
οἷον ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο.
 
ἐκ δὲ τόθεν Ῥοδανοῖο βαθὺν ῥόον εἰσαπέβησαν,
 
ὅς τʼ εἰς Ἠριδανὸν μετανίσσεται· ἄμμιγα δʼ ὕδωρ
 
ἐν ξυνοχῇ βέβρυκε κυκώμενον. αὐτὰρ ὁ γαίης
 
ἐκ μυχάτης, ἵνα τʼ εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός, 630
 
ἔνθεν ἀπορνύμενος τῇ μέν τʼ ἐπερεύγεται ἀκτὰς
 
Ὠκεανοῦ, τῇ δʼ αὖτε μετʼ Ἰονίην ἅλα βάλλει,
 
τῇ δʼ ἐπὶ Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπον
 
ἑπτὰ διὰ στομάτων ἵει ῥόον. ἐκ δʼ ἄρα τοῖο
 
λίμνας εἰσέλασαν δυσχείμονας, αἵ τʼ ἀνὰ Κελτῶν 635
 
ἤπειρον πέπτανται ἀθέσφατον· ἔνθα κεν οἵγε
 
ἄτῃ ἀεικελίῃ πέλασαν. φέρε γάρ τις ἀπορρὼξ
 
κόλπον ἐς Ὠκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλον
 
εἰσβαλέειν, τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν.
 
ἀλλʼ Ἥρη σκοπέλοιο καθʼ Ἑρκυνίου ἰάχησεν 640
 
οὐρανόθεν προθοροῦσα· φόβῳ δʼ ἐτίναχθεν ἀυτῆς
 
πάντες ὁμῶς· δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi