Thesauros Edebiyat Destan Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Kitap 4

 
νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι.
 
ἥρωες δʼ, ὅτε δή σφιν ἐείσατο νόστος ἀπήμων,
 
δή ῥα τότε προμολόντες ἐπὶ χθονὶ πείσματʼ ἔδησαν
 
Ὑλλήων. νῆσοι γὰρ ἐπιπρούχοντο θαμειαὶ
 
ἀργαλέην πλώουσιν ὁδὸν μεσσηγὺς ἔχουσαι 525
 
οὐδέ σφιν, ὡς καὶ πρίν, ἀνάρσια μητιάασκον
 
Ὑλλῆες· πρὸς δʼ αὐτοὶ ἐμηχανόωντο κέλευθον,
 
μισθὸν ἀειρόμενοι τρίποδα μέγαν Ἀπόλλωνος.
 
δοιοὺς γὰρ τρίποδας τηλοῦ πόρε Φοῖβος ἄγεσθαι
 
Αἰσονίδῃ περόωντι κατὰ χρέος, ὁππότε Πυθὼ 530
 
ἱρὴν πευσόμενος μετεκίαθε τῆσδʼ ὑπὲρ αὐτῆς
 
ναυτιλίης· πέπρωτο δʼ, ὅπῃ χθονὸς ἱδρυνθεῖεν,
 
μήποτε τὴν δῄοισιν ἀναστήσεσθαι ἰοῦσιν.
 
τούνεκεν εἰσέτι νῦν κείνῃ ὅδε κεύθεται αἴῃ
 
ἀμφὶ πόλιν ἀγανὴν Ὑλληίδα, πολλὸν ἔνερθεν 535
 
οὔδεος, ὥς κεν ἄφαντος ἀεὶ μερόπεσσι πέλοιτο.
 
οὐ μὲν ἔτι ζώοντα καταυτόθι τέτμον ἄνακτα
 
Ὕλλον, ὃν εὐειδὴς Μελίτη τέκεν Ἡρακλῆι
 
δήμῳ Φαιήκων. ὁ γὰρ οἰκία Ναυσιθόοιο
 
Μάκριν τʼ εἰσαφίκανε, Διωνύσοιο τιθήνην, 540
 
νιψόμενος παίδων ὀλοὸν φόνον· ἔνθʼ ὅγε κούρην
 
Αἰγαίου ἐδάμασσεν ἐρασσάμενος ποταμοῖο,
 
νηιάδα Μελίτην· ἡ δὲ σθεναρὸν τέκεν Ὕλλον.
 
οὐδʼ ἄρʼ ὅγʼ ἡβήσας αὐτῇ ἐνὶ ἔλδετο νήσῳ
 
ναίειν, κοιρανέοντος ὑπʼ ὀφρύσι Ναυσιθόοιο·
 
βῆ δʼ ἅλαδε Κρονίην, αὐτόχθονα λαὸν ἀγείρας
 
Φαιήκων· σὺν γάρ οἱ ἄναξ πόρσυνε κέλευθον
 
ἥρως Ναυσίθοος· τόθι δʼ εἵσατο, καί μιν ἔπεφνον 550
 
Μέντορες, ἀγραύλοισιν ἀλεξόμενον περὶ βουσίν.
 
ἀλλά, θεαί, πῶς τῆσδε παρὲξ ἁλός, ἀμφί τε γαῖαν
 
Αὐσονίην νήσους τε Λιγυστίδας, αἳ καλέονται
 
Στοιχάδες, Ἀργῴης περιώσια σήματα νηὸς
 
νημερτὲς πέφαται; τίς ἀπόπροθι τόσσον ἀνάγκη 555
 
καὶ χρειώ σφʼ ἐκόμισσε; τίνες σφέας ἤγαγον αὖραι;
 
αὐτόν που μεγαλωστὶ δεδουπότος Ἀψύρτοιο
 
Ζῆνα, θεῶν βασιλῆα, χόλος λάβεν, οἷον ἔρεξαν.
 
Αἰαίης δʼ ὀλοὸν τεκμήρατο δήνεσι Κίρκης
 
αἷμʼ ἀπονιψαμένους, πρό τε μυρία πημανθέντας, 560
 
νοστήσειν. τὸ μὲν οὔτις ἀριστήων ἐνόησεν·
 
ἀλλʼ ἔθεον γαίης Ὑλληίδος ἐξανιόντες

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi