Thesauros Edebiyat Destan Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Kitap 4

 
κείαται ὀστέα κεῖνα μετʼ ἀνδράσιν Ἀψυρτεῦσιν.
 
οἱ δʼ ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες,
 
τό σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἄειρεν,
 
Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆʼ ἐβάλοντο
 
ἥρωες· Κόλχον δʼ ὄλεκον στόλον, ἠύτε κίρκοι 485
 
φῦλα πελειάων, ἠὲ μέγα πῶυ λέοντες
 
ἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι θορόντες.
 
οὐδʼ ἄρα τις κείνων θάνατον φύγε, πάντα δʼ ὅμιλον
 
πῦρ ἅ τε δηιόωντες ἐπέδραμον· ὀψὲ δʼ Ἰήσων
 
ἤντησεν, μεμαὼς ἐπαμυνέμεν οὐ μάλʼ ἀρωγῆς 490
 
δευομένοις· ἤδη δὲ καὶ ἀμφʼ αὐτοῖο μέλοντο.
 
ἔνθα δὲ ναυτιλίης πυκινὴν περὶ μητιάασκον
 
ἑζόμενοι βουλήν· ἐπὶ δέ σφισιν ἤλυθε κούρη
 
φραζομένοις· Πηλεὺς δὲ παροίτατος ἔκφατο μῦθον·
 
ἤδη νῦν κέλομαι νύκτωρ ἔτι νῆʼ ἐπιβάντας 495
 
εἰρεσίῃ περάαν πλόον ἀντίον, ᾧ ἐπέχουσιν
 
δήιοι· ἠῶθεν γὰρ ἐπαθρήσαντας ἕκαστα
 
ἔλπομαι οὐχ ἕνα μῦθον, ὅτις προτέρωσε δίεσθαι
 
ἡμέας ὀτρυνέει, τοὺς πεισέμεν· οἷα δʼ ἄνακτος
 
εὔνιδες, ἀργαλέῃσι διχοστασίῃς κεδόωνται. 500
 
ῥηιδίη δέ κεν ἄμμι, κεδασθέντων δίχα λαῶν,
 
ἤ τʼ εἴη μετέπειτα κατερχομένοισι κέλευθος.
 
ὧς ἔφατʼ· ᾔνησαν δὲ νέοι ἔπος Λἰακίδαο.
 
ῥίμφα δὲ νῆʼ ἐπιβάντες ἐπερρώοντʼ ἐλάτῃσιν
 
νωλεμές, ὄφρʼ ἱερὴν Ἠλεκτρίδα νῆσον ἵκοντο, 505
 
ἀλλάων ὑπάτην, ποταμοῦ σχεδὸν Ἠριδανοῖο.
 
Κόλχοι δʼ ὁππότʼ ὄλεθρον ἐπεφράσθησαν ἄνακτος,
 
ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσης
 
Ἀργὼ καὶ Μινύας Κρονίης ἁλός. ἀλλʼ ἀπέρυκεν
 
Ἥρη σμερδαλέῃσι κατʼ αἰθέρος ἀστεροπῇσιν. 510
 
ὕστατον αὐτοὶ δʼ αὖτε Κυταιίδος ἤθεα γαίης
 
στύξαν, ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο,
 
ἔμπεδα δʼ ἄλλυδις ἄλλοι ἐφορμηθέντες ἔνασθεν.
 
οἱ μὲν ἐπʼ αὐτάων νήσων ἔβαν, ᾗσιν ἐπέσχον
 
ἥρωες, ναίουσι δʼ ἐπώνυμοι Ἀψύρτοιο· 515
 
οἱ δʼ ἄρʼ ἐπʼ Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο,
 
τύμβος ἵνʼ Ἁρμονίης Κάδμοιό τε, πύργον ἔδειμαν,
 
ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι· οἱ δʼ ἐν ὄρεσσιν
 
ἐνναίουσιν, ἅπερ τε Κεραύνια κικλήσκονται,
 
ἐκ τόθεν, ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοὶ 520

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi