Thesauros Edebiyat Destan Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Kitap 4

 
αὐτὴ νῦν κάματόν γε, θεά, καὶ δήνεα κούρης
 
Κολχίδος ἔννεπε, Μοῦσα, Διὸς τέκος. ἦ γὰρ ἔμοιγε
 
ἀμφασίῃ νόος ἔνδον ἑλίσσεται ὁρμαίνοντι,
 
ἢ ἔμεν ἄτης πῆμα δυσίμερον, ἦ τόγʼ ἐνίσπω
 
φύζαν ἀεικελίην, ᾗ κάλλιπεν ἔθνεα Κόλχων. 5
 
ἤτοι ὁ μὲν δήμοιο μετʼ ἀνδράσιν, ὅσσοι ἄριστοι,
 
παννύχιος δόλον αἰπὺν ἐπὶ σφίσι μητιάασκεν
 
οἷσιν ἐνὶ μεγάροις, στυγερῷ ἐπὶ θυμὸν ἀέθλῳ
 
Αἰήτης ἄμοτον κεχολωμένος· οὐδʼ ὅγε πάμπαν
 
θυγατέρων τάδε νόσφιν ἑῶν τελέεσθαι ἐώλπει. 10
 
τῇ δʼ ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη·
 
τρέσσεν δʼ, ἠύτε τις κούφη κεμάς, ἥν τε βαθείης
 
τάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή.
 
αὐτίκα γὰρ νημερτὲς ὀίσσατο, μή μιν ἀρωγὴν
 
ληθέμεν, αἶψα δὲ πᾶσαν ἀναπλήσειν κακότητα. 15
 
τάρβει δʼ ἀμφιπόλους ἐπιίστορας· ἐν δέ οἱ ὄσσε
 
πλῆτο πυρός, δεινὸν δὲ περιβρομέεσκον ἀκουαί.
 
πυκνὰ δὲ λευκανίης ἐπεμάσσατο, πυκνὰ δὲ κουρὶξ
 
ἑλκομένη πλοκάμους γοερῇ βρυχήσατʼ ἀνίῃ.
 
καί νύ κεν αὐτοῦ τῆμος ὑπὲρ μόρον ὤλετο κούρη, 20
 
φάρμακα πασσαμένη, Ἥρης δʼ ἁλίωσε μενοινάς,
 
εἰ μή μιν Φρίξοιο θεὰ σὺν παισὶ φέβεσθαι
 
ὦρσεν ἀτυζομένην· πτερόεις δέ οἱ ἐν φρεσὶ θυμὸς
 
ἰάνθη· μετὰ δʼ ἥγε παλίσσυτος ἀθρόα κόλπων
 
φάρμακα πάντʼ ἄμυδις κατεχεύατο φωριαμοῖο. 25
 
κύσσε δʼ ἑόν τε λέχος καὶ δικλίδας ἀμφοτέρωθεν
 
σταθμούς, καὶ τοίχων ἐπαφήσατο, χερσί τε μακρὸν
 
ῥηξαμένη πλόκαμον, θαλάμῳ μνημήια μητρὶ
 
κάλλιπε παρθενίης, ἀδινῇ δʼ ὀλοφύρατο φωνῇ·
 
τόνδε τοι ἀντʼ ἐμέθεν ταναὸν πλόκον εἶμι λιποῦσα, 30
 
μῆτερ ἐμή· χαίροις δὲ καὶ ἄνδιχα πολλὸν ἰούσῃ·
 
χαίροις Χαλκιόπη, καὶ πᾶς δόμος. αἴθε σε πόντος,
 
ξεῖνε, διέρραισεν, πρὶν Κολχίδα γαῖαν ἱκέσθαι.
 
ὧς ἄρʼ ἔφη· βλεφάρων δὲ κατʼ ἀθρόα δάκρυα χεῦεν.
 
οἵη δʼ ἀφνειοῖο διειλυσθεῖσα δόμοιο 35
 
ληιάς, ἥν τε νέον πάτρης ἀπενόσφισεν αἶσα,
 
οὐδέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο,
 
ἀλλʼ ἔτʼ ἀηθέσσουσα δύης καὶ δούλια ἔργα
 
εἶσιν ἀτυζομενη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης·
 
τοίη ἄρʼ ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη. 40
1 / 45 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi