Thesauros Edebiyat Destan Argonautica

Argonautica

Argonautica Apollonius Rhodius

Kitap 3

 
ὀξέα δενδίλλων· αὐτῷ ὑπὸ βαιὸς ἐλυσθεὶς
 
Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ,
 
ἰθὺς δʼ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν
 
ἧκʼ ἐπὶ Μηδείῃ· τὴν δʼ ἀμφασίη λάβε θυμόν.
 
αὐτὸς δʼ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο 285
 
καγχαλόων ἤιξε· βέλος δʼ ἐνεδαίετο κούρῃ
 
νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον· ἀντία δʼ αἰεὶ
 
βάλλεν ὑπʼ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο
 
στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τινʼ ἄλλην
 
μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ. 290
 
ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ
 
χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν,
 
ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο,
 
ἄγχι μάλʼ ἐγρομένη· τὸ δʼ ἀθέσφατον ἐξ ὀλίγοιο
 
δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντʼ ἀμαθύνει· 295
 
τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ
 
οὖλος Ἔρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς
 
ἐς χλόον, ἄλλοτʼ ἔρευθος, ἀκηδείῃσι νόοιο.
 
δμῶες δʼ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν,
 
αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς, 300
 
ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν.
 
ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς
 
υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν·
 
παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων
 
ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα, 305
 
πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη
 
σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο
 
πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου.
 
ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο
 
δινεύσας, ὅτʼ ἐμεῖο κασιγνήτην ἐκόμιζεν 310
 
Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δʼ ἱκόμεσθα
 
ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθʼ ἔτι νῦν περ
 
ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης.
 
ἀλλὰ τί μύθων ἦδος; ἃ δʼ ἐν ποσὶν ὗμιν ὄρωρεν,
 
εἴπατʼ ἀριφραδέως, ἠδʼ οἵτινες οἵδʼ ἐφέπονται 315
 
ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.
 
τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν
 
Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο
 
μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν·
 
Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι 320

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi